-
-
Notifications
You must be signed in to change notification settings - Fork 193
Commit
This commit does not belong to any branch on this repository, and may belong to a fork outside of the repository.
fix: Update the samples and README.md (#3070)
- Loading branch information
Showing
4 changed files
with
180 additions
and
3 deletions.
There are no files selected for viewing
This file contains bidirectional Unicode text that may be interpreted or compiled differently than what appears below. To review, open the file in an editor that reveals hidden Unicode characters.
Learn more about bidirectional Unicode characters
This file contains bidirectional Unicode text that may be interpreted or compiled differently than what appears below. To review, open the file in an editor that reveals hidden Unicode characters.
Learn more about bidirectional Unicode characters
Original file line number | Diff line number | Diff line change |
---|---|---|
@@ -0,0 +1,118 @@ | ||
# Hymn 4 to Hermes | ||
|
||
[Hymn 4 to Hermes, Εἲς Ἑρμῆν](https://www.perseus.tufts.edu/hopper/text?doc=urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc1) | ||
|
||
# Εἲς Ἑρμῆν | ||
|
||
Ἑρμῆν ὕμνει, Μοῦσα, Διὸς καὶ Μαιάδος υἱόν, | ||
Κυλλήνης μεδέοντα καὶ Ἀρκαδίης πολυμήλου, | ||
ἄγγελον ἀθανάτων ἐριούνιον, ὃν τέκε Μαῖα, | ||
νύμφη ἐυπλόκαμος, Διὸς ἐν φιλότητι μιγεῖσα, | ||
5 | ||
αἰδοίη: μακάρων δὲ θεῶν ἠλεύαθ᾽ ὅμιλον, | ||
ἄντρον ἔσω ναίουσα παλίσκιον, ἔνθα Κρονίων | ||
νύμφῃ ἐυπλοκάμῳ μισγέσκετο νυκτὸς ἀμολγῷ, | ||
ὄφρα κατὰ γλυκὺς ὕπνος ἔχοι λευκώλενον Ἥρην, | ||
λήθων ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους. | ||
|
||
|
||
10 | ||
ἀλλ᾽ ὅτε δὴ μεγάλοιο Διὸς νόος ἐξετελεῖτο, | ||
τῇ δ᾽ ἤδη δέκατος μεὶς οὐρανῷ ἐστήρικτο, | ||
εἴς τε φόως ἄγαγεν ἀρίσημά τε ἔργα τέτυκτο: | ||
καὶ τότ᾽ ἐγείνατο παῖδα πολύτροπον, αἱμυλομήτην, | ||
ληιστῆρ᾽, ἐλατῆρα βοῶν, ἡγήτορ᾽ ὀνείρων, | ||
15 | ||
νυκτὸς ὀπωπητῆρα, πυληδόκον, ὃς τάχ᾽ ἔμελλεν | ||
ἀμφανέειν κλυτὰ ἔργα μετ᾽ ἀθανάτοισι θεοῖσιν. | ||
ἠῷος γεγονὼς μέσῳ ἤματι ἐγκιθάριζεν, | ||
ἑσπέριος βοῦς κλέψεν ἑκηβόλου Ἀπόλλωνος | ||
τετράδι τῇ προτέρῃ, τῇ μιν τέκε πότνια Μαῖα. | ||
20 | ||
ὃς καί, ἐπειδὴ μητρὸς ἀπ᾽ ἀθανάτων θόρε γυίων, | ||
οὐκέτι δηρὸν ἔκειτο μένων ἱερῷ ἐνὶ λίκνῳ, | ||
ἀλλ᾽ ὅ γ᾽ ἀναΐξας ζήτει βόας Ἀπόλλωνος | ||
οὐδὸν ὑπερβαίνων ὑψηρεφέος ἄντροιο. | ||
ἔνθα χέλυν εὑρὼν ἐκτήσατο μυρίον ὄλβον: | ||
25 | ||
Ἑρμῆς τοι πρώτιστα χέλυν τεκτήνατ᾽ ἀοιδόν: | ||
ἥ ῥά οἱ ἀντεβόλησεν ἐπ᾽ αὐλείῃσι θύρῃσι | ||
βοσκομένη προπάροιθε δόμων ἐριθηλέα ποίην, | ||
σαῦλα ποσὶν βαίνουσα: Διὸς δ᾽ ἐριούνιος υἱὸς | ||
ἀθρήσας ἐγέλασσε καὶ αὐτίκα μῦθον ἔειπε: | ||
30 | ||
σύμβολον ἤδη μοι μέγ᾽ ὀνήσιμον: οὐκ ὀνοτάζω. | ||
χαῖρε, φυὴν ἐρόεσσα, χοροιτύπε, δαιτὸς ἑταίρη, | ||
ἀσπασίη προφανεῖσα: πόθεν τόδε καλὸν ἄθυρμα | ||
αἰόλον ὄστρακον ἕσσο χέλυς ὄρεσι ζώουσα; | ||
ἀλλ᾽ οἴσω σ᾽ ἐς δῶμα λαβών: ὄφελός τι μοι ἔσσῃ, | ||
35 | ||
οὐδ᾽ ἀποτιμήσω: σὺ δέ με πρώτιστον ὀνήσεις | ||
3 | ||
οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν: | ||
ἦ γὰρ ἐπηλυσίης πολυπήμονος ἔσσεαι ἔχμα | ||
ζώουσ᾽: ἢν δὲ θάνῃς, τότε κεν μάλα καλὸν ἀείδοις. | ||
ὣς ἂρ᾽ ἔφη: καὶ χερσὶν ἅμ᾽ ἀμφοτέρῃσιν ἀείρας | ||
40 | ||
ἂψ εἴσω κίε δῶμα φέρων ἐρατεινὸν ἄθυρμα. | ||
ἔνθ᾽ ἀναπηρώσας γλυφάνῳ πολιοῖο σιδήρου | ||
αἰῶν᾽ ἐξετόρησεν ὀρεσκῴοιο χελώνης. | ||
ὡς δ᾽ ὁπότ᾽ ὠκὺ νόημα διὰ στέρνοιο περήσῃ | ||
ἀνέρος, ὅν τε θαμειαὶ ἐπιστρωφῶσι μέριμναι, | ||
45 | ||
ἢ ὅτε δινηθῶσιν ἀπ᾽ ὀφθαλμῶν ἀμαρυγαί, | ||
ὣς ἅμ᾽ ἔπος τε καὶ ἔργον ἐμήδετο κύδιμος Ἑρμῆς. | ||
πῆξε δ᾽ ἄρ᾽ ἐν μέτροισι ταμὼν δόνακας καλάμοιο | ||
πειρήνας διὰ νῶτα διὰ ῥινοῖο χελώνης. | ||
ἀμφὶ δὲ δέρμα τάνυσσε βοὸς πραπίδεσσιν ἑῇσι | ||
50 | ||
καὶ πήχεις ἐνέθηκ᾽, ἐπὶ δὲ ζυγὸν ἤραρεν ἀμφοῖν, | ||
ἑπτὰ δὲ θηλυτέρων ὀίων ἐτανύσσατο χορδάς. | ||
αὐτὰρ ἐπεὶ δὴ τεῦξε, φέρων, ἐρατεινὸν ἄθυρμα, | ||
πλήκτρῳ ἐπειρήτιζε κατὰ μέρος: ἣ δ᾽ ὑπὸ χειρὸς | ||
σμερδαλέον κονάβησε: θεὸς δ᾽ ὑπὸ καλὸν ἄειδεν | ||
55 | ||
ἐξ αὐτοσχεδίης πειρώμενος, ἠύτε κοῦροι | ||
ἡβηταὶ θαλίῃσι παραιβόλα κερτομέουσιν, | ||
ἀμφὶ Δία Κρονίδην καὶ Μαιάδα καλλιπέδιλον, | ||
ὡς πάρος ὠρίζεσκον ἑταιρείῃ φιλότητι, | ||
ἥν τ᾽ αὐτοῦ γενεὴν ὀνομακλυτὸν ἐξονομάζων: | ||
60 | ||
ἀμφιπόλους τε γέραιρε καὶ ἀγλαὰ δώματα νύμφης | ||
καὶ τρίποδας κατὰ οἶκον ἐπηετανούς τε λέβητας. | ||
καὶ τὰ μὲν οὖν ἤειδε, τὰ δὲ φρεσὶν ἄλλα μενοίνα. | ||
καὶ τὴν μὲν κατέθηκε φέρων ἱερῷ ἐνὶ λίκνῳ, | ||
φόρμιγγα γλαφυρήν: ὃ δ᾽ ἄρα κρειῶν ἐρατίζων | ||
65 | ||
ἆλτο κατὰ σκοπιὴν εὐώδεος ἐκ μεγάροιο | ||
ὁρμαίνων δόλον αἰπὺν ἐνὶ φρεσίν, οἶά τε φῶτες | ||
φηληταὶ διέπουσι μελαίνης νυκτὸς ἐν ὥρῃ. | ||
ἠέλιος μὲν ἔδυνε κατὰ χθονὸς Ὠκεανόνδε | ||
αὐτοῖσίν θ᾽ ἵπποισι καὶ ἅρμασιν: αὐτὰρ ἄρ᾽ Ἑρμῆς | ||
70 | ||
Πιερίης ἀφίκανε θέων ὄρεα σκιόεντα, | ||
ἔνθα θεῶν μακάρων βόες ἄμβροτοι αὖλιν ἔχεσκον | ||
βοσκόμεναι λειμῶνας ἀκηρασίους, ἐρατεινούς. | ||
τῶν τότε Μαιάδος υἱός, ἐύσκοπος Ἀργειφόντης, | ||
πεντήκοντ᾽ ἀγέλης ἀπετάμνετο βοῦς ἐριμύκους. | ||
75 | ||
πλανοδίας δ᾽ ἤλαυνε διὰ ψαμαθώδεα χῶρον | ||
ἴχνι᾽ ἀποστρέψας: δολίης δ᾽ οὐ λήθετο τέχνης | ||
ἀντία ποιήσας ὁπλάς, τὰς πρόσθεν ὄπισθεν, | ||
τὰς δ᾽ ὄπιθεν πρόσθεν: κατὰ δ᾽ ἔμπαλιν αὐτὸς ἔβαινε. | ||
σάνδαλα δ᾽ αὐτίκα ῥιψὶν ἐπὶ ψαμάθοις ἁλίῃσιν, | ||
80 | ||
ἄφραστ᾽ ἠδ᾽ ἀνόητα διέπλεκε, θαυματὰ ἔργα, | ||
συμμίσγων μυρίκας καὶ μυρσινοειδέας ὄζους. | ||
τῶν τότε συνδήσας νεοθηλέος ἄγκαλον ὕλης | ||
ἀβλαβέως ὑπὸ ποσσὶν ἐδήσατο σάνδαλα κοῦφα | ||
αὐτοῖσιν πετάλοισι τὰ κύδιμος Ἀργειφόντης | ||
85 | ||
ἔσπασε Πιερίηθεν ὁδοιπορίην ἀλεγύνων, | ||
οἷά τ᾽ ἐπειγόμενος δολιχὴν ὁδόν, αὐτοτροπήσας.† | ||
τὸν δὲ γέρων ἐνόησε δέμων ἀνθοῦσαν ἀλωὴν | ||
ἱέμενον πεδίονδε δι᾽ Ὀγχηστὸν λεχεποίην | ||
τὸν πρότερος προσέφη Μαίης ἐρικυδέος υἱός: | ||
|
||
<!--- cspell:words ζώουσ ληιστῆρ νεοθηλέος πεντήκοντ τεκτήνατ ἀναΐξας ἀναπηρώσας ἄγκαλον ἄφραστ ἐνέθηκ ἠλεύαθ ---> | ||
<!--- cspell:words ἡγήτορ ἴχνι ὁπότ ---> |
This file contains bidirectional Unicode text that may be interpreted or compiled differently than what appears below. To review, open the file in an editor that reveals hidden Unicode characters.
Learn more about bidirectional Unicode characters
Original file line number | Diff line number | Diff line change |
---|---|---|
@@ -1,3 +1,3 @@ | ||
import: | ||
- ../cspell-ext.json | ||
language: en,gr | ||
language: en,grc |
This file contains bidirectional Unicode text that may be interpreted or compiled differently than what appears below. To review, open the file in an editor that reveals hidden Unicode characters.
Learn more about bidirectional Unicode characters